Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 54.40 | Dem. 54.43 (English) | >>Dem. 55.1 |
54.42ἀλλʼ οὐκ ἐπιορκῶ , οὐδʼ ἂν Κόνων διαρραγῇ . ἀξιῶ τοίνυν ὑμᾶς , ὦ ἄνδρες δικασταί , πάνθʼ ὅσʼ ἐστὶν δίκαιʼ ἐπιδείξαντος ἐμοῦ καὶ πίστιν προσθέντος ὑμῖν , ὥσπερ ἂν αὐτὸς ἕκαστος παθὼν τὸν πεποιηκότʼ ἐμίσει , οὕτως ὑπὲρ ἐμοῦ πρὸς Κόνωνα τουτονὶ τὴν ὀργὴν ἔχειν , καὶ μὴ νομίζειν ἴδιον τῶν τοιούτων μηδὲν ὃ κἂν ἄλλῳ τυχὸν συμβαίη , ἀλλʼ ἐφʼ ὅτου ποτʼ ἂν συμβῇ , βοηθεῖν καὶ τὰ δίκαιʼ ἀποδιδόναι , καὶ μισεῖν τοὺς πρὸ μὲν τῶν ἁμαρτημάτων θρασεῖς καὶ προπετεῖς , ἐν δὲ τῷ δίκην ὑπέχειν ἀναισχύντους καὶ πονηροὺς καὶ μήτε δόξης μήτʼ ἔθους μήτʼ ἄλλου μηδενὸς φροντίζοντας πρὸς τὸ μὴ δοῦναι δίκην .
54.43ἀλλὰ δεήσεται Κόνων καὶ κλαήσει . σκοπεῖτε δὴ πότερός ἐστιν ἐλεινότερος , ὁ πεπονθὼς οἷʼ ἐγὼ πέπονθʼ ὑπὸ τούτου , εἰ προσυβρισθεὶς ἄπειμι καὶ δίκης μὴ τυχών , ἢ Κόνων , εἰ δώσει δίκην ; πότερον δʼ ὑμῶν ἑκάστῳ συμφέρει ἐξεῖναι τύπτειν καὶ ὑβρίζειν ἢ μή ; ἐγὼ μὲν οἴομαι μή . οὐκοῦν , ἂν μὲν ἀφιῆτε , ἔσονται πολλοί , ἐὰν δὲ κολάζητε , ἐλάττους .
πόλλʼ ἂν εἰπεῖν ἔχοιμʼ , ὦ ἄνδρες δικασταί , καὶ ὡς ἡμεῖς χρήσιμοι , καὶ αὐτοὶ καὶ ὁ πατήρ , ἕως ἔζη , καὶ τριηραρχοῦντες καὶ στρατευόμενοι καὶ τὸ προσταττόμενον ποιοῦντες , καὶ ὡς οὐδὲν οὔθʼ οὗτος οὔτε τῶν τούτου οὐδείς · ἀλλʼ οὔτε τὸ ὕδωρ ἱκανὸν οὔτε νῦν περὶ τούτων ὁ λόγος ἐστίν . εἰ γὰρ δὴ ὁμολογουμένως ἔτι τούτων καὶ ἀχρηστοτέροις καὶ πονηροτέροις ἡμῖν εἶναι συνέβαινεν , οὐ τυπτητέοι , οὐδʼ ὑβριστέοι δήπου ἐσμέν .
54.44
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 54.40 | Dem. 54.43 (English) | >>Dem. 55.1 |